Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 49.17 | Dem. 49.21 (English) | >>Dem. 49.24 |
49.19τοῦ μὲν γὰρ μαρτυρίαν με ἐμβαλέσθαι πρὸς τὸν διαιτητὴν παρεκρούσατο , φάσκων ἀεί μοι μαρτυρήσειν εἰς τὴν κυρίαν · ἐπειδὴ δὲ ἡ δίαιτα ἦν , προσκληθεὶς ἀπὸ τῆς οἰκίας (οὐ γὰρ ἦν φανερός ), ἔλιπε τὴν μαρτυρίαν πεισθεὶς ὑπὸ τούτου . τιθέντος δέ μου αὐτῷ τὴν δραχμὴν τοῦ λιπομαρτυρίου κατὰ τὸν νόμον , ὁ διαιτητὴς οὐ κατεδιῄτα , ἀλλʼ ἀπιὼν ᾤχετο ἀποδιαιτήσας τούτου τὴν δίαιταν , ἑσπέρας ἤδη οὔσης .
49.20νυνὶ δὲ τῷ Ἀντιφάνει εἴληχα βλάβης ἰδίαν δίκην , ὅτι μοι οὔτʼ ἐμαρτύρησεν οὔτʼ ἐξωμόσατο κατὰ τὸν νόμον . καὶ ἀξιῶ αὐτὸν ἀναβάντα εἰπεῖν ἐναντίον ὑμῶν διομοσάμενον , πρῶτον μὲν εἰ ἐδάνεισε Τιμοθέῳ ἐν Καλαυρείᾳ χιλίας δραχμάς , δεύτερον δʼ εἰ παρὰ τοῦ πατρὸς Φίλιππος ἀπέλαβεν ἐνθάδε τοῦτο τὸ ἀργύριον .
49.21σχεδὸν μὲν οὖν καὶ αὐτὸς οὗτος ὡμολόγει πρὸς τῷ διαιτητῇ ἀποδοῦναι τῷ Φιλίππῳ τὸν πατέρα τὸν ἐμὸν τὰς χιλίας δραχμάς , οὐ μέντοι αὑτῷ γέ φησιν δανεῖσαι , ἀλλὰ τῷ Βοιωτίῳ ναυάρχῳ , καὶ ὑποθεῖναί φησιν αὐτὸν τούτου τοῦ ἀργυρίου χαλκόν . ὡς δὲ οὐκ ἀληθῆ ἔλεγεν , ἀλλʼ αὐτὸς δανεισάμενος ἀποστερεῖ , ἐγὼ ὑμᾶς διδάξω , ἐπειδὰν καὶ περὶ τῶν ἄλλων ὧν ὀφείλει καθʼ ἕκαστον ὑμῖν διηγήσωμαι .
ἀφικομένου γὰρ Ἀλκέτου καὶ Ἰάσονος ὡς τοῦτον ἐν τῷ μαιμακτηριῶνι μηνὶ τῷ ἐπʼ Ἀστείου ἄρχοντος ἐπὶ τὸν ἀγῶνα τὸν τούτου , βοηθησόντων αὐτῷ , καὶ καταγομένων εἰς τὴν οἰκίαν τὴν ἐν Πειραιεῖ τὴν ἐν τῇ Ἱπποδαμείᾳ ἑσπέρας ἤδη οὔσης , ἀπορούμενος ὑποδέξασθαι αὐτούς , πέμψας ὡς τὸν πατέρα τὸν ἐμὸν Αἰσχρίωνα τὸν ἀκόλουθον τὸν αὑτοῦ , ἐκέλευσεν αἰτήσασθαι στρώματα καὶ ἱμάτια καὶ φιάλας ἀργυρᾶς δύο , καὶ μνᾶν ἀργυρίου δανείσασθαι .
49.22
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 49.17 | Dem. 49.21 (English) | >>Dem. 49.24 |